Aesop and Aesopica

Fables, Fabula 16

αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνιθες νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν, καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα, παρεγένετο, καὶ στὰς πρὸ τῆς ἐπαύλεως, ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν · αἱ δὲ ὑποτυχοῦσαι καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς. οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἄν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται.