Aesop and Aesopica

Fables, Fabula 107b

γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμούς νοσοῦσα, ἰατρόν τινα ἐπὶ μισθῷ ἰατρεῦσαι αὑτὴν παρεκάλει, στοιχήσασα ἐνώπιον μαρτύρων, ὅτι ἐὰν θεραπεύσῃ αὐτῆς τοὺς ὀφθαλμοὺς, πολὺν λήψεται παρ’αὐτῆς τὸν μισθόν · ἐὰν δὲ μὴ θεραπευθῇ, ἐπιμείνῃ δὲ ἀρρωστία, μηδὲν αὐτῷ παράσχῃ. καὶ οὕτω γενομένου, ὅσον ὅσον ἰατρὸς ἐπετίθει τοῖς ὀφθαλμοῖς αὐτῆς τὴν ἰατρείαν, κατ’ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτε. μετ’οὐ πολύ δὲ θεραπεύσας αὐτὴν, ἐζήτει τὸν στοιχηθέντα μισθόν. ἀναβλέψασα τοίνυν γραῦς, ὡς οὐδὲν τῶν προσόντων αὐτῇ ἐθεάσατο ἐν τῇ οἰκίᾳ αὐτῆς, οὐδὲν ἐδίδου αὐτῷ. ὡς οὖν ἐπέμενεν ἰατρὸς ἐκβιάζων αὐτὴν, ἐκείνη δὲ ἀνεβάλλετο, ἀπήγαγεν αὐτὴν πρὸς τοὺς ἄρχοντας. στᾶσα οὖν ἐνώπιον αὐτῶν ἔφη · ἄνθρωπος οὗτος, καθὼς λέγει, ἀλήθειαν λέγει · ἐπηγγειλάμην γὰρ δοῦναι αὐτῷ τὸν μισθὸν, ἐὰν καλῶς ἀναβλέψω · ἐὰν δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, ἵνα μηδὲν παρέξω αὐτῷ. νῦν οὖν φάσκει, ὅτι ἐθεραπεύθην · ἐγὼ δὲ τοὐναντίον λέγω παθεῖν με · ὅτε γὰρ τοὺς ὀφθαλμούς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ἔβλεπον ἐν τῇ οἰκίᾳ μου · νυνὶ δὲ, ὅτε αὐτὸς φάσκει βλέπειν με, οὐδὲν δύναμαι ἄρτι θεάσασθαι. μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.