Aesop and Aesopica

Fables, Fabula 186

καρκίνος, ἀπὸ τῆς θαλάσσης ἀναβὰς, ἐπί τινος ἐνέμετο τόπου. ἀλώπηξ δὲ λιμώττουσα, ὡς ἐθεάσατο, προσελθοῦσα ἀνέλαβεν αὐτόν. δὲ μέλλων καταβιβρώσκεσθαι, ἔφη · ἀλλ’ἔγωγε δίκαια πέπονθα, ὅς, θαλάττιος ὤν, χερσαῖος ἠβουλήθην γενέσθαι. μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλείποντες ἐπιτηδεύματα, καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες, εἰκότως δυστυχοῦσιν.