Aesop and Aesopica

Fables, Fabula 38

ἀλώπηξ εἰς ἀγέλην προβάτων εἰσελθοῦσα θηλαζόντων, τῶν ἀρνίων ἓν ἀναλαβομένη προσεποιεῖτο καταφιλεῖν · ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς τί τοῦτο ποιεῖς; τιθηνοῦμαι αὐτὸ, ἔφη, καὶ προσπαίζω. καὶ κύων ἔφη · καὶ νῦν, ἄν μὴ ἀφῇς τὸ ἀρνίον, τὰ κυνῶν σοι προσοίσιω. πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μωροκλέπτην λόγος εὔκαιρος.