ποιμὴν ἐλάσας τὰ πρόβατα εἰς τινα δρυμῶνα, ὡς ἐθεάσατο δρῦν παμμεγέθη μεστὴν βαλάνων, ὑποστρώσας τὸ ἱμάτιον ἐπὶ ταύτην ἀνέβη, καὶ τὸν καρπὸν κατέσειε. τὰ δὲ πρόβατα ἐσθίοντα τὰς βαλάνους, ἔλαθε διαρρήξαντα καὶ τὸ ἱμάτιον. ὁ δὲ ποιμὴν καταβὰς, ὡς ἐθεάσατο τὸ γεγονὸς, εἶπεν · “ὦ κάκιστα ζῶα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτα παρέχετε, ἐμοῦ δὲ τοῦ τρέφοντος καὶ τὸ ἱμάτιον ἀφείλεσθε”. οὕτως καὶ τῶν ἀνθρώπων πολλοὶ, δι’ἄγνοιαν τοὺς μηδὲν προσήκοντας εὐεργετοῦντες, κατὰ τῶν οἰκείων φαῦλα ἐργάζονται.