χελιδὼν, ἐκκλησίαν τῶν ὀρνέων συναθροίσασα, παρῄνει φάσκουσα κράτιστον εἶναι, τὸ μὴ προσκόπτειν ἀνθρώποις, ἀλλὰ φιλίαν συνθεμένους οἰκείως διακεῖσθαι πρὸς αὐτούς. τῶν δὲ ὀρνέων τις τὰ ἐναντία τῇ χελιδόνι ἔλεγεν · “ἀλλὰ τὸ σπέρμα τοῦ λίνου μᾶλλον κατεσθίοντες ἀναλίσκωμεν καὶ ἀφανὲς ποιῶμεν, ἵνα μηκέτι ἔχωσι πλέκειν δίκτυα καθ’ἡμῶν”. ἡ μὲν οὖν χελιδὼν, ἀρίστην γνώμην ἔχουσα, ἀκίνδυνος ἐγένετο, ἐν ταῖς πόλεσι διατρίβουσα, καὶ ἐνίαις οἰκίαις τίκτουσα παρ’ἀνθρώποις, οὐδὲν ὑπ’αὐτῶν πάσχει κακόν. τὰ δὲ λοιπὰ ὄρνεα, ὡς μᾶλλον ὑπομείναντα κατεσθίειν τὸ σπέρμα, ὡς πάντων ὄντος κακῶν αἰτίου, συμβαίνει λιπαρὰ γίνεσθαι, καὶ μάλα δικαίως ὑπὸ ἀνθρώπων συλλαμβανόμενα δαπανᾶσθαι · οὕτωςτε ταύτην τὴν κακογνωμοσύνην ὑπομείναντα, μετενόησε μὴ μετ’ἀνθρώπων μένειν, ἀλλ’ἐν ἀέρι πέτεσθαι. οὕτω καὶ τῶν ἀνθρώπων ὅσοι ἔν τοῖς βιωτικοῖς πράγμασι τῷ τῆς ἀγχινοίας βουλεύματι ἐχρήσαντο, ἀκίνδυνοι διεφυλάχθησαν.