Aesop and Aesopica

Fables, Fabula 417

ἄρτι τοῦ ἰξοῦ φυομένου χελιδών αἰσθομένη τὸν ἐνιστάμενον τοῖς πτηνοῖς κίνδυνον, συναθροίσασα πάντα τὰ ὄρνεα, συνεβούλευεν αὐτοῖς μάλιστα μὲν ταῖς ἰξοφόροις δρυσὶν (τὸν ἰξὸν) ἐκκόψαι, εἰ δ’ἄρα τοῦτο αὐτοῖς ἀδύνατον, ἐπὶ τούς ἀνθρώπους καταφυγεῖν, καὶ τούτους ἱκετεύσοι, ὅπως μὴ χρησάμενοι τῇ τοῦ ἰξοῦ ἐνεργείᾳ συλλαμβάνωσιν αὐτά. τῶν δὲ ἐγκαλεσάντων αὐτῇ ὡς ματαιολογούσῃ, αὕτη παραγενομένη ἱκέτις τῶν ἀνθρώπων ἐγένετο · οἱ δ’ἀποδεξάμενοι αὐτὴν ἐπὶ τῇ συνέσει, καὶ σύνοικον αὐτοῖς προσλαβόμενοι, οὕτω συνέβη, τὰ λοιπὰ ὄρνεα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγον καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι. λόγος δηλοῖ, ὅτι οἱ τὰ μέλλοντα προορώμενοι εἰκότως τούς κινδύνους διακρούονται.