δρῦν ἄνεμος ἐκριζώσας ἐν ποταμῷ ἔρριψεν. ἡ δὲ φερομένη τοὺς καλάμους ἐρωτᾷ · “πῶς ὑμεῖς, ἀσθενεῖς ὄντες καὶ λεπτοὶ, ὑπὸ τῶν βιαίων ἀνέμων οὐκ ἐκριζοῦσθε”; οἱ δὲ εἶπον · “ὑμεῖς τοῖς ἀνέμοις μάχεσθε καὶ ἀνθίστασθε, καὶ διὰ τοῦτο ἐκριζοῦσθε · ἡμεῖς δὲ, παντὶ ἀνέμῳ ὑποπίπτοντες, ἀβλαβεῖς διαμένομεν”. ὅτι οὐ δεῖ ἀνθίστασθαι τοῖς κρατοῦσιν, ἀλλ’ὑποτάττεσθαι καὶ ὑπακούειν.