σαλπιγκτὴς, στρατὸν ἐπισυνάγων καὶ κρατηθεὶς ὑπὸ τῶν πολεμίων, ἐβόα · “μὴ κτείνετέ με, ὦ ἄνδρες, εἰκῆ καὶ μάτην · οὐδένα γὰρ ὑμῶν ἀπέκτεινα · πλὴν γὰρ τοῦ χαλκοῦ τούτου οὐδὲν ἄλλο κτῶμαι”. οἱ δὲ πρὸς αὐτὸν ἔφασαν · “διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν, τοὺς πάντας πρὸς μάχην ἐγείρεις”. ὁ μῦθος δηλοῖ, ὅτι πλέον πταίουσιν οἱ τοὺς κα κοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιεῖν.