Aesop and Aesopica

Fables, Fabula 284

λύκος, ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς πάσχων, ἐβέβλητο. τροφῆς δὲ ἀπορῶν, θεασάμενος πρόβατον, ἐδεῖτο ποτὸν ἐκ τοῦ παραρρέοντος αὐτῷ ποταμοῦ κομίσαι. εἰ γὰρ σύ μοι φησὶ δώσεις ποτὸν, ἐγὼ τροφὴν ἐμαυτῷ εὑρήσω. τὸ δὲ ὑποτυχὸν ἔφη · ἀλλ’ἐὰν ἐγὼ ποτὸν ἐπιδῶ σοι, σὺ καὶ τροφῇ μοι χρήσῃ. μῦθος πρὸς ἄνδρα κακοῦργον, δι’ὑποκρίσεως ἐνεδρεύοντα.