Aesop and Aesopica

Fables, Fabula 332

ὄνος καὶ κύων ἐν ταὐτῷ ὡδοιπόρουν. εὑρόντες δὲ ἐπὶ γῆς ἐσφραγισμένον γραμμάτιον, ὄνος λαβὼν καὶ ἀναόρρήξας τὴν σφραγῖδα καὶ ἀναπτύξας, διεξῄει εἰς ἐπήκοον τοῦ κυνός. περὶ βοσκημάτων δὲ ἐτύγχανε τὰ γράμματα, χόρτουτε, φημὶ, καὶ κριθῆς καὶ ἀχύρου. ἀηδῶς οὖν κύων, τοῦ ὄνου ταῦτα διεξιόντος, διέκειτο · ἔνθεν δὴ καὶ ἔφησε τῷ ὄνῳ · ὑπόβαθι, φίλτατε, μικρὸν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρῃς διαλαμβάνον. δὲ ὄνος ἅπαν τὸ γραμμάτιον διεξελθὼν, καὶ μηδὲν εὑρηκὼς ὧν κύων ἐζήτει, ἀντέφησεν αὖθις κύων · βάλε κατὰ γῆς, ὡς ἀδόκιμον πάντη, φίλε, τυγχάνον.