ὄνος ξύλα βαστάζων διέβαινέ τινα λίμνην · ὀλισθήσας δὲ ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετότε καὶ ἔστενεν. οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι, ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν, ἔφασαν · “ὦ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτρι βες, ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδνρῃ”; τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ’ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥᾳδίως ὑφιστάμενος.