Aesop and Aesopica

Fables, Fabula 73

αἰσχρᾶς τις ἢρα καὶ κακορρύπου δούλης ἰδίας ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσῃ ἅπανθ’ἑτοίμως. δὲ χρυσίου πλήρης, σύρουσα λεπτὴν πορφύραν ἐπὶ κνήμας, πάσῃ μάχην συνῆπτεν οἰκοδεσποίνῃ · τὴν δ’Ἀφροδίτην, ὥσπερ αἰτίην τούτων, λύχνοις ἐτίμα καὶ καθ’ἡμέραν πᾶσαν ἔθυεν, ηὔχεθ’, ἱκέτευεν, ἠρώτα · ἕως πότ’αὐτῶν θεὸς καθευδόντων ἦλθεν καθ’ὕπνους, καὶ φανεῖσα τῇ δούλῃ μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ · τούτῳ χολοῦμαι φησὶν, καλὴ φαίνῃ. ἅπας τοῖς αἰσχροῖσιν ὡς καλοῖς χαίρων θεοβλαβής τίς ἐστι καὶ φρένας πηρός.