Aesop and Aesopica

Fables, Fabula 107

γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμούς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσεν · δὲ εἰσιὼν, ὁπότε αὐτὴν ἔχριε, διετέλει ἐκείνης συμμυούσης καθ’ἕν ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος. ἐπεὶ δὲ πάντα ἐκφορήσας κὰκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν συνταχθέντα μισθόν. μὴ βουλομένης δ’αὐτῆς ἐπιδοῦναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. δ’ἔλεγε, τὸν μὲν μισθὸν ὑπισχνεῖσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς ὁράσεις · νῦν δὲ χεῖρον διατεθῆναιναι · τότε μὲν γὰρ ἔβλεπον ἔφη πάντα τὰ ἐπὶ τῆς οἰκίας μου σκεύη, νῦν δὲ οὐδὲν ἰδεῖν δύναμαι. οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.