εἰς μελιττουργεῖόν τις εἰσελθὼν τοῦ κεκτημένου ἀπόντος, τὸ κηρίον ἀφείλετο. ὁ δὲ ἐπανελθὼν, ἐπειδὴ τὰς κυψέλας εἶδεν ἐρήμους, εἰστήκει τὸ κατ’αὐτὰς διερευνώμενος. αἱ δὲ μέλισσαι ἀπὸ τῆς νομῆς ἐπανήκουσαι, ὡς κατέλαβον αὐτὸν, τοῖς κέντροις ἔπαιον, καὶ τὰ χείριστα διετίθουν. ὁ δὲ πρὸς αὐτάς · “κάκιστα ζῶα, τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῶον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν πλήττετε”; ὁ μῦθος δηλοῖ, ὅτι οὕτω τῶν ἀνθρώπων τινὲς, δι’ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται.