Aesop and Aesopica

Fables, Fabula 300

ἀνὴρ πλούσιος Ἀθηναῖος μεθ’ἑτέρων τινῶν ἔπλει. καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου, καὶ τῆς νεὼς περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, δὲ Ἀθηναιτς παρ’ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, ἐὰν περισωθῇ. εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν · σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει. τοὺς εἰς συμφορὰς ἐμπίπτοντας χρὴ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν κοπιᾶν, καὶ εἶθ’οὕτως τοῦ θεοῦ περὶ βοηθείας δέεσθαι.