κάμηλος ποταμὸν διέβαινεν ὀξὺ ῥέοντα. ἀφοδεύσασα δὲ, καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὑτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος, εἶπε · “τί τοῦτο; τὰ ἐξόπισθέν μου ἔμπροσθέν μου ὁρῶ διερχόμενα”. τῇ πόλει, ἧς ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων, ἁρμόζει ὁ μῦθος.