Aesop and Aesopica

Fables, Fabula 199

κολοιὸς λιμώττων ἐπί τινος συκῆς ἐκάθισεν · εὑρὼν δὲ τοὺς ὀλύνθους μηδέπω πεπείρους, προσέμενεν ἕως σῦκα γένωνται. ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἐγχρονίζοντα καὶ τὴν αἰτίαν παρ’αὐτοῦ μαθοῦσα, ἔφη · ἀλλὰ πεπλάνησαι, οὗτος, ἐλπίδι προσέχων, ἥτις βουκολεῖν μὲν οἶδε, τρέφειν δὲ οὐδαμῶς. πρὸς ἄνδρα φιλόνεικον λόγος εὔκαιρος.