Aesop and Aesopica

Fables, Fabula 102

φυτὸν ἦν εἰς γεωργοῦ χώραν, καρπὸν μὴ φέρον, ἀλλὰ μόνον στρουθῶν καὶ τεττίγων κελαδούντων ἠν καταφυγή. δὲ γεωργὸς ὡς ἄκαρπον ἐκτέμνειν ἤμελλε · καὶ δὴ τὸν πέλεκυν λαβών ἐπέφερε τὴν πληγήν. οἱ δὲ τέττιγες καὶ οἱ στρουθοὶ ἱκέτευον τὴν καταφυγὴν αὐτῶν μὴ ἐκκόψαι, ἀλλ’ἐᾶσαι, ὥστε ᾄδειν ἐν αὐτῷ, καὶ αὐτὸν τὸν γεωργὸν τέρπειν. δὲ μηδὲν αὐτῶν φροντίσας, καὶ δευτέραν πληγὴν καὶ τρίτην ἐπέφερε. ὡς δὲ ἐκοίλανε τὸ δένδρον, σμῆνος μελισσῶν καὶ μέλι εὗρε. γευσάμενος δὲ τὸν πέλεκυν ἔρριψε, καὶ τὸ φῦ τὸν ἐτίμα ὡς ἱερὸν, καὶ ἐπεμελεῖτο. ὅτι οὐ τοσοῦτον οἱ ἄνθρωποι φύσει τὸ δίκαιον ἀγαπῶσι καὶ τιμῶσιν, ὅσον τὸ κερδαλέον ἐπιδιώκουσιν.