ἀνὴρ εὐπορῶν χῆνάτε ἅμα καὶ κύκνον ἔτρεφεν, οὐκ ἐπὶ τοῖς αὐτοῖς μέντοι · τὸν μὲν γὰρ ᾠδῆς, τὸν δὲ τραπέζης ἕνεκεν. ἐπεὶ δὲ ἔδει τὸν χῆνα παθεῖν ἐφ’οἷς ἐτρέφετο, νὺξ μὲν ἦν, καὶ διαγινώσκειν ὁ καιρὸς οὐκ ἀφῆκεν ἑκάτερον. ὁ δὲ κύκνος, ἀντὶ τοῦ χηνὸς ἀπαχθεὶς, ᾄδει τι μέλος θανάτου προοίμιον · καὶ τῇ μὲν ᾠδῇ μηνύει τὴν φύσιν, τὴν δὲ τελευτὴν διαφεύγει τῷ μέλει. ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις ἡ μουσικὴ τελευτῆς ἀναβολὴν ἀπεργάζεται.