Aesop and Aesopica

Fables, Fabula 396

λέοντα φεύγων ταῦρος εἰσῆλθεν εἰς σπήλαιον · τράγος δὲ τοῦτον τοῖς κέρασιν ἐξώθει. δ’εἶπεν · οὐ σὲ, ἀλλὰ τὸν λέοντα φοβοῦμαι · ἐπεὶ παρελθέτω τὸ θηρίον, καὶ τότε γνώσῃ, τίς δύναμις ταύρου καὶ τράγου. ὅτι πολλάκις καὶ δυνατούς ἄνδρας αἱ συμφοραὶ ταπεινοῦσιν, ὥστε τὰς ἐξ εὐτελῶν καὶ δειλῶν ὑπομένειν αἰκίας.