Aesop and Aesopica

Fables, Fabula 101

γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. καθ’ἑκάστην οὖν τὴν Γῆν, ὡς ὑπ’αὐτῆς εὐεργετηθεὶς, ἔστεφε. τῷ δὲ Τύχη ἐπιστᾶσά φησιν · οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη; εἰ γὰρ καιρὸς μεταβάλοι, καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ’ὅτι τηνικαῦτα ἐμὲ, τὴν Τύχην, μέμψῃ. μῦθος δηλοῖ, ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινωσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.