Aesop and Aesopica

Fables, Fabula 137

Ἑρμῆς γνῶναι βουλόμενος, ἐν τίνι τιμῇ παρ’ἀνθρώποις ἐστὶν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς ἀγαλματοποιυῦ ἐργαστήριον · καὶ θεασάμενος Διὸς ἄγαλμα ἐπύθετο, πόσου · τοῦ δὲ εἰπόντος δραχμῆς, γελάσας ἠρώτα τῆς Ἥρας πόσου ἐστίν · εἰπόντος δὲ ἔτι μείζονος, θεασάμενος καὶ ἑαυτοῦ ἄγαλμα ὑπέλαβεν, ὅτι αὐτὸν, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδὴς, περὶ πολλοῦ οί ἄνθρωποι ποιοῦνται. διὸ προσεπυνθάνετο Ἑρμῆς, καὶ ἀγαλματογλύφος ἔφη · ἀλλ’ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω. πρὸς ἄνδρα κενόδοξον, ἐν οὐδεμιᾷ μοίρᾳ παρὰ τοῖς ἄλλοις ὄντα, λόγος ἁρμόζει.