κόραξ ὑπὸ παγίδος κρατηθεὶς, ηὔξατο τῷ Ἀπόλλωνι, λιβανωτὸν ἐπιθύσειν ὑπισχνῶν. σωθεὶς δ’ἐκ τοῦ κινδύνου, τῆς ὑποσχέσεως ἐπελάθετο. πάλιν δὲ ὑφ’ἑτέρας κρατηθεὶς παγίδος, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ὑπέσχετο θῦσαι. ὁ δὲ πρὸς αὐτὸν ἔφη · “ὦ κάκιστε, πῶς σοι πιστεύσω, ὃς τὸν πρότερον δεσπότην ἤρνησας καὶ ἠδίκησας”; ὅτι οἱ πρὸς τοὺς εὐεργετοῦντας ἀγνώμονες γενόμενοι, ἐν περιστάσει ἐμπεσόντες, οὐχ ἕξουσι βοήθειαν.