ἀνὴρ μεσαιπόλιος δύο ἐρωμένας εἶχεν, ὧν ἡ μὲν νέα, ἡ δὲ πρεσβῦτις. καὶ ἡ μὲν προβεβηκυῖα αἰδουμένη νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴ ποτε πρὸς αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας περιαιρουμένη · ἡ δὲ νεωτέρα ὑποστελλομένη γέροντα ἐραστὴν ἔχειν, τὰς πολιὰς αὐτοῦ ἀπέσπα. καὶ οὕτω συνέβη ὑπὸ ἀμφοτέρων αὐτὸν περιτιλλόμενον φαλακρὸν γενέσθαι. οὕτω πανταχοῦ τὸ ἀνώμαλον ἐπιβλαβές ἐστι.