Aesop and Aesopica

Fables, Fabula 226

κύων θηρευτικὸς, λέοντα ἰδὼν, τοῦτον ἐδίωκεν · ὡς δὲ ἐπιστραφεὶς ἐκεῖνος ἐβρυχήσατο, φοβηθεὶς εἰς τοὐπίσω ἔφυγεν. ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη · κακὴ κεφαλὴ, σὺ λέοντα ἐδίωκες, οὗ οὐ δὲ τὸν βρυχηθμὸν ὑπέμεινας; λόγος λεχθείη ἂν ἐπ’ἀνδρῶν αὐθαδείᾳ συνόντων, οἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως ἀναχαιτίζονται.