μέλισσα, πάλαι μήτηρ κηρίων οὖσα, ἀνελήλυθεν εἰς θεοὺς θυμιᾶσαι, προσαγαγοῦσα ἐκ μέλιτος τὸ δῶρον. τερφθεὶς δὲ ὁ Ζεὺς τῇ προσφορᾷ τῆς μελίσσης, συνετάξατο αὐτῇ δοῦναι, ὃ ἂν αἰτήσῃ. δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα · “ὦ θεὲ λαμπρὲ καὶ κτιστὰ ἐμοῦ τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵνα, ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγώ φονεύω”. ἀπειρηκὼς δὲ ὁ Ζδεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει τὸ τῶν ἀνθρώπων γένος πάνυ, ἔφησε τῇ μελίσσῃ τοιάδε · “οὐχ ὡς ᾔτησας, οὕτως γενήσεταί σοι, ἀλλ’ἐάν τις ἥκῃ λαβεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ προσκρούσῃς αὐτῷ καὶ πλήξῃς, αὐτὴ μᾶλλον τεθνήξῃ, ἐκβληθέντος σου τοῦ κέντρου · ζωὴ γὰρ ἐν σοὶ ὑπάρχει τὸ κέντρον”. ὁ μῦθος δηλοῖ, ὅτι ἐν ταῖς εὐχαῖς καὶ ταῖς δεήσεσιν οὐ δεῖ κατὰ τῶν ἐχθρῶν τι ἐξαιτεῖσθαι κακόν · ὃ γὰρ ἂν κακὸν κατ’αὐτῶν ἐξαιτήσῃς, ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα.