στάσις ἦλθε πᾶσι τοῖς τετραπόδοις, καύχημα κατέχουσα εἰς παίδων πλήθη. καὶ δὴ ἔφασκον τῇ λεαίνῃ βοῶντες · “εἰπὲ καὶ σὺ τὸ, πόσους παῖδας τίκτεις”; ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει · “σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάνυ”. ὁ μῦθος δηλοῖ, ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ καὶ φρονήσει, ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες.