Aesop and Aesopica

Fables, Fabula 320

ὄνον τις ἀγοράζειν μέλλων, ἐπὶ δοκιμασίᾳ καὶ πείρᾳ αὐτὸν ἔλαβεν · καὶ εἰσαγαγὼν αὐτὸν ἐπὶ τῆς φάτνης μετὰ τῶν ἰδίων αὐτοῦ ὄνων τοῦτον ἔστησεν. δὲ καταλιπὼν τοὺς ἄλλους ἐπὶ τῷ ἀργοτάτῳ καὶ ἀδδηφάγῳ ἔστη. καὶ ὃς οὐδὲν ἐποίει. δήσας οὖν καὶ ἀπαγαγών, τῷ ἰδίῳ δεσπότῃ τοῦτον παρέδωκε. τοῦ δὲ ἐρωτῶντος, εἰ οὕτω ταχεῖαν αὐτοῦ τὴν δοκιμασίαν ἐποιήσατο, ὑποτυχν εἶπεν · ἀλλ’ἔγωγε οὐ δὲ ἐπιδέομαι πείρας · οἶδα γὰρ ὅτι τοιοῦτος, ὁποῖον ἐξ ἁπάντων τὸν συνήθη ἐπελέξατο. ὅτι τοιοῦτος ἕκαστος ὑπολαμβάνεται εἶναι, ὁποίοις ἑταίροις συναναστρέφεται.