Aesop and Aesopica

Fables, Fabula 24

ἁλιεῖς, ἐξελθόντες ἐπ’ἄγραν, ἐπειδὴ πολὺν χρόνον ταλαιπωρήσαντες οὐδὲν εἷλον, σφόδρατε ἠθύμουν καὶ ἀναχωρῆσαι παρεσκευάζοντο. εὐθὺς δὲ θύννος, ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων, εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο. οἱ δὲ τοῦτον λαβόντες μεθ’ἡδονῆς ἀνεχώρησαν. μῦθος δηλοῖ, ὅτι πολλάκις, μὴ τέχνη παρέσχε, ταῦτα τύχη ἐδωρήσατο.