Aesop and Aesopica

Fables, Fabula 179b

διὰ καρτερίαν καὶ ἡσυχίαν καὶ ἰσχύν κάλαμος καὶ ἐλαία ἤριζον. τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας, ὡς ἀδύνατός ἐστι καὶ ῥᾳδίως ὑποκλίνεται πᾶσι τοῖς ἀνέμοις, κάλαμος οὐδὲν ἐφθέγξατο. καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ ἀνέμου ἰσχυροῦ γενομένου μὲν κάλαμος σεισθεὶς καὶ ὑποκλιθεὶς τοῖς ἀνέμοις, ῥᾳδίως διεσώθη, δὲ ἐλαία ῥιζωθεῖσα, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, τῇ βίᾳ κατεκλάσθη, ἤλεγξεν αὐτὴν, ὅτι ματαίως καὶ μάτην ἐπαίρεται ἐπὶ τῇ οἰκείᾳ δυνάμει. μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ πρὸς τὸν καιρὸν καὶ τοὺς κρείττονας αὑτῶν μὴ ἀνθιστάμενοι κρείττονές εἰσι τῶν πρὸς μείζονας φιλονεικούντων. , ὅτι οὐ δεῖ τοῖς κρείττοσιν ἀντιπίπτειν.