Aesop and Aesopica

Fables, Fabula 208

κόραξ νοσῶν ἔφη τῇ μητρί · “εὔχου τοῖς θεοῖς καὶ μὴ θρήνει”. ἡ δ’ὑπολαβοῦσα ἔφη · “τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει; τίνος γὰρ κρέας ὑπὸ σοῦγε οὐκ ἐκλάπη”; ὁ μῦθος δηλοῖ, ὅτι οἱ πολλούς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν.