ὄνος ἅλας βαστάζων ποταμὸν διήρχετο · ὀλισθήσας δὲ ὡς κατέπεσεν εἰς τὸ ὕδωρ, ἐκτακέντος τοῦ ἁλὸς, κουφότερος ἐξανέστη · εὐφρανθεὶς δὲ ἐπὶ τούτῳ, ἐπειδὴ ὕστερόν ποτε σπόγγους ἐμπεφορτισμένος ποταμὸν διέβαινεν, ώήθη δεῖν ὅτι, ἐὰν πάλιν πέσῃ, ἐλαφρότερος διεγερθήσεται · καὶ δὴ ἑκὼν ὠλίσθησε. συνέβη δ’αὐτῷ, τῶν σπόγγων ἀνασπασάντων τὸ ὕδωρ, μὴ δυναμένῳ ἐξανίστασθαι, ἐνταῦθα ἀποπνιγῆναι. οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τὰς ἰδίας ἐπινοίας ανθάνουσι συμφορῶν αἰτίας ἔχοντες.