Aesop and Aesopica

Fables, Fabula 334c

ὀδοῦσιν ἧλον εἷλεν ἐξ ὄνου λύκος · αἰτῶν δὲ μισθὸν πλήττεται λὰξ τὴν γένυν. λύκος δέ φησι · “πῶς μάγειρος ὢν πάλαι, ἰατρικῆς μετῆλθον ἔργ’ἀναξίως”; πρὸς τοὺς τὴν ἰδίαν τέχνην καταλιμπάνοντας καὶ ἑτέραν μετερχομένους ἐπὶ βλάβῃ.