Aesop and Aesopica

Fables, Fabula 182

κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχεῖσθαι, εἶπεν · ἀλλ’οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος, ἀλλὰ καὶ περιπατοῦσα. λόγος ἁρμόδιος πρὸς ἄνδρα, ἐν παντὶ ἔργῳ ἀπρέπειαν ἔχοντα.