Aesop and Aesopica

Fables, Fabula 69

ἄρκτος τίς ποτε μεγάλως ἐκαυχᾶτο, ὡς φιλανθρωπότατον πάντων ἐστὶ τῶν ζώων · φασὶ γὰρ ἄρκτον νεκρὸν μηδὲν βιβρώσκειν. δὲ ἀλώπηξ ἀκούουσα ταῦτα ἐμειδίασε, καὶ πρὸς αὐτὴν ἀντέφη · εἴθε τοὺς νεκροὺς ἤσθιες καὶ μὴ τοὺς ζῶντας. μῦθος τοὺς πλεονέκτας καὶ ἐν ὑποκρίσει βιοῦντας ἐλέγχει.