σπάλαξ (ἔστι δὲ τοῦτο τὸ ζῶον τυφλὸν) λέγει τῇ μητρὶ αὐτοῦ, ὅτι βλέπω · κα- κἀκείνη πειράζουσα αὐτὸν χόνδρον λιβανωτοῦ δοῦσα αὐτῷ ἐπηρώτα, τί τοῦτο εἴη. τοῦ δὲ εἰπόντος ψηφῖδα, ἡ μήτηρ εἶπεν · “ὦ τέκνον, οὐ μόνον τοῦ βλέπειν ἐστέρησαι, ἀλλὰ καὶ τὰς ὀσφρήσεις ἀπώλεσας”. οὕτως ἔνιοι τῶν ἀλαζόνων, μέχρις οὗ τὰ ἀδύνατα κατεπαγγέλλονται, καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.