ἡ μήτηρ πρὸς τὸν καρκίνον · “τί δὴ λοξὴν, ὦ παῖ, βαδίζεις ὁδὸν, ὀρθὴν ἰέναι προσῆκον”; ὁ δὲ πρὸς αὐτήν · “ἡγοῦ τῆς ὁδοῦ, ὦ μῆτερ, καὶ πρὸς αὐτὴν βαδίζειν πειράσομαι”. τῆς δὲ βαδίζειν ἀπορούσης ὀρθῶς, κατήγορος ὁ παῖς τῆς παρανοίας ἐγένετο. ῥᾷον παραινεῖν ἃ πονεῖν ὑπῆρξεν ἀδύνατον.