Aesop and Aesopica

Fables, Fabula 170

ὅσην τοῖς κύκνοις φύσις ᾠδὴν, τοσαύτην ἰκτίνοις παρέσχε τὸ πρότερον. ἵππων δὲ χρεμετιζόντων ἀκούσαντες, εἰς ἔρωτα ἧκον τῆς ἐκείνων φωνῆς · καὶ μιμεῖσθαι πειρώμενοι συναποβάλλουσιν εἶχον, οἷς μαθεῖν ἐπετήδευον · χρεμετίζειν μὲν γὰρ οὐκ ἔμαθον, ᾄδειν δὲ ἐπελάθοντο. φέρει τῶν προσόντων τὴν στέρησιν τοῦ μὴ προσήκοντος μίμησις.