Aesop and Aesopica

Fables, Fabula 170b

λέγεται τὸν ἰκτῖνα, φωνὴν ἔχοντα παραπλησίαν τοῖς ἄλλοις ὄρνισιν, ἐπιθέσθαι τῷ χρεμετίζειν, ὥσπερ οἱ γενναῖοι τῶν ἵππων. εἶτα τῆς μὲν ἐπιλαθόμενον, τὸ δὲ μὴ δυνηθέντα ἑλεῖν ἱκανῶς, ἀμφοῖν στέρεσθαι, καὶ φαυλότερον τῶν ἄλλων ὀρνίθων εἶναι τὴν φωνήν.