Aesop and Aesopica

Fables, Fabula 316b

ἐγγὺς φρέατος παῖς τις ἐκοιμᾶτο. ἐπιστᾶσα δὲ αὐτῷ Τύχη ἐβόα · ἀνάστα καὶ ἄπελθε ἐντεῦθεν, μή πως κάτω τοῦ φρέατος πέσῃς, καὶ ἐμὲ τὴν Τύχην καταμέμψωνται πάντες. μῦθος δηλοῖ, ὅτι πολλάκις σφαλλόμενοι πράττοντες κακῶς περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα τὴν τύχην.