Aesop and Aesopica

Fables, Fabula 252

λέοντα δορκὰς ὡς ἴδεν μεμηνότα, “ὦ μοῖρα θηρῶν” εἶπεν “ἀθλιωτάτη · εἰ σωφρονεῖν γὰρ δυσκάθεκτος εἶ λέων, πῶς νῦν μανεὶς οὐ μεστὰ δράσεις δακρύων”; ὅτι ἐξουσίαν ἔχοντα οὐ δεῖ θυμοῦσθαι.