ταῦροι τρεῖς τὴν αὐτὴν δίαιταν ἐπεποίηντο. λέων δέ τις αὐτοῖς παρηκολούθει θηρᾶσαι βουλόμενος · καὶ συνόντας μὲν ἑλεῖν οὐκ ἐδύνατο, διαστάντας δὲ προῃρεῖτο χειρώσασθαι. καὶ συγκρούσας ἀλλήλοις, ἐν μώρει διαστήσας ἀπέκρινε, καὶ καθ’ἕκαστον προχειρότερον ἔφθειρεν, οὕς κοινῇ συνόντας ἠπόρει χειρώσασθαι. οὕτως ὁμόνοια τοῖς χρωμένοις σωτήριον.