υἱόν τις ἔχων μονογενῆ ἀνδρεῖον, εἶδε καθ’ὕπνον ὑπὸ λέοντος θνήσκειν. ὁ δὲ φοβηθεὶς, μή πως το- τοὖναρ ἀληθεύσῃ, οἴκημα τερπνὸν αὐτῷ κατασκευάσας, ἐζωγράφησε τοὺς τοίχους πρὸς τὴν τέρψιν, ζώοις παντοίοις αὐτούς ἐγκαλλωπίσας, ἐν οἷς καὶ λέων ἀπεμορφώθη. ὡς οὖν ἑώρα τὸν λέοντα ὁ νέος, μᾶλλον κατεῖχεν αὐτὸν ἡ λύπη πλέον, ὃς ἱστάμενος τοῦ λέοντος πλησίον, τούτῳ προσεῖπεν · “ὦ κάκιστον θηρίον, διὰ τὸ ὄναρ τὸ ψευδὲς τοῦ πατρός μου, ὃ αὐτὸς ἑώρακεν ἐν ὕπνοις μάτην, προσκατεκλείσθην φρουρᾷ τῇ γυναικείᾳ · ἆ. τί δέ σοι ἐγὼ ἄρτι ποιήσω”; ταῦτα αὐτοῦ τῷ λέοντι εἰπόντος, ἐπεξέτεινε τὴν χεῖρα ἐπὶ βάτον, τοῦ λαβεῖν κλάδους καὶ τὸν λέοντα κροῦσαι. εὐθὺς δὲ σκόλοψ προσκρούσας τῷ δακτύλῳ, ἄλγει μεγάλῳ ἐφλέγμανε τὸν νέον, καὶ παραυτίκα ἄλαλος κατεκλίθη. ὑπανάψας δὲ πυρετὸς ἐξαπίνης, θᾶττον ὁ νέος ἐξέλιπε τὸν βίον. ὁ μῦθος δηλοῖ, ὅτι ἃ μέλλει συμβῆναί τινι, τούτοις γενναίως ἐγκαρτερείτω, καὶ μὴ κατασοφιζέσθω · οὐ γὰρ ἐκφεύξει.