Aesop and Aesopica

Fables, Fabula 316

ὁδοιπόρος, πολλὴν ὁδὸν ἀνύσας, ἐπειδὴ κόπῳ συνείχετο, πεσὼν παρά τι φρέαρ ἐκοιμᾶτο. μέλλοντος δὲ αὐτοῦ ὅσον οὔπω καταπίπτειν, Τύχη ἐπιστᾶσα καὶ διεγείρασα αὐτὸν εἶπεν · οὗτος, εἴγε ἐπεπτώκεις, οὐκ ἂν τὴν σεαυτοῦ ἀβουλίαν, ἀλλ’ἐμὲ ᾐτιῶ.