Aesop and Aesopica

Fables, Fabula 371

μάνδρας εἴσω πρόβατα ποιμὴν εἰσάγων, λύκον ἤμελλε συγκλεῖσαι, εἰ μὴ κύων ἰδὼν τοῦτον εἶπε πρὸς τὸν ποιμένα · “πῶς, τὰ πρόβατα σῶσαι θέλων, τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ”; ὅτι μεγίστην βλάβην καὶ θάνατον οἶδε προσφέρειν ἡ τῶν κακῶν συνουσία.