98Διογένης ὁ κύων ὁδοιπορῶν, ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἱστήκει πρὸς τῇ βαλβίδι ἀμηχανῶν. εἷς δέ τις τῶν διαβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα, προσελθὼν καὶ ἀράμενος αὐτόν, σὺν φιλοφροσύνῃ διεπέρασεν αὐτόν. ὁ δὲ εἱστήκει τὴν αὑτοῦ πενίαν μεμφόμενος, δι’ἣν ἀμείψασθαι τὸν εὐεργέτην οὐ δύναται. ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου, ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον, προσδραμὼν καὶ αὐτὸν διεπέρασε. καὶ ὁ Διογένης προσελθὼν αὐτῷ εἶπεν · “ἀλλ’ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι · ὁρῶ γὰρ ὅτι οὐ κρίσει, ἀλλὰ νόσῳ αὐτὸ ποιεῖς”. ὁ μῦθος δηλοῖ ὅτι οἱ μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίας δὲ μᾶλλον ὀφλισκάνουσι.