Aesop and Aesopica

Fables, Fable 137

137ἰκτῖνος φωνὴν εἶχεν ἄλλην ὀξείαν. ἵππου δὲ ἀκούσας καλῶς χρεμετίζοντος, μιμούμενος τὸν ἵππον καὶ συνεχῶς τοῦτο ποιῶν καὶ ταύτην μὴ καλῶς ἐκμαθών, καὶ τῆς ἰδίας φωνῆς ἐστέρηται, καὶ οὔτε τὴν τοῦ ἵππου ἔσχεν οὔτε τήν πρώτην. ὅτι οἱ εὐτελεῖς καὶ φθονεροὶ ζηλοῦντες τοῦ παρὰ τὴν ἑαυτῶν φύσιν καὶ τῶν κατὰ φύσιν στεροῦνται. ἰκτῖνος φωνὴν εἶχεν ἄλλην ὀξείαν. ἀκούσας δὲ εὖ χρεμετίζοντος ἵππου, εὐθὺς αὐτίκα φωνὴν αὐτοῦ μιμεῖται, ὅστις συνεχῶς τὴν φωνὴν ταύτην λέγων οὐκ ἠδυνήθη τοῦ μαθεῖν ταύτην ὅλως · χρεμετίζων γὰρ ὅμως οὐκ ἐδυνήθη τὴν φωνὴν τὴν τοῦ ἵππου καταλαβέσθαι, καὶ τῆς ἰδίας φωνῆς ἀπεστερήθη. ὅτι οἱ φθονεροὶ ζητοῦντες τὰ παρὰ τὴν φύσιν ὑστεροῦνται καὶ τῶν κατὰ φύσιν.