Aesop and Aesopica

Fables, Fable 145

145διέβαινε ποταμὸν κάμηλος ὀξὺ ῥέοντα. ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὐτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος εἶπεν · τί τοῦτο; τὰ ὄπισθέν μου ἔμπροσθέν μου νῦν ὁρῶ διερχόμενα. ὅτι ἐν πόλει ἐν ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων ἁρμόζει μῦθος. διέβαινέ ποτε κάμηλος ποταμὸν ὀξὺ διαρρέοντα. ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον αὑτῆς ἔμπροσθεν κατιδοῦσα τῇ τοῦ ὕδατος ὀξυτάτῃ καταρροῇ · τί τοῦτο; ἔφη, τὰ ἐξόπισθέν μου νῦν ἔμπροσθέν μου τεθέαμαι. ὅτι πολλάκις οἱ ἄτιμοι τῶν τιμίων προάγουσι.