Aesop and Aesopica

Fables, Fable 280

280ὄνος δορὰν λέοντος ἐπενδυθεὶς λέων ἐνομίζετο πᾶσιν, καὶ φυγὴ μὲν ἦν ἀνθρώπων, φυγὴ δὲ ποιμνίων. ὡς δὲ ἀνέμου πνεύσαντος δορὰ περιῃρέθη καὶ γυμνὸς ὄνος ἦν, τότε δὴ πάντες ἐπιδραμόντες ξύλοις καὶ ῥοπάλοις αὐτὸν ἔπαιον. ὅτι πένης καὶ ἰδιώτης ὢν μὴ μιμοῦ τὰ τῶν πλουσίων, μή ποτε κατεγελασθῇς καὶ κινδυνεύσῃς · τὸ γὰρ ξένον ἀνοίκειον. ὄνος ἐπεθύμει λέων εἶναι δοκεῖν. καὶ μεταθεῖναι τὴν φύσιν οὐκ ἔχων ἐπὶ τοῦ σχήματος ἀνεπλήρου τὸν πόθον, καὶ λεοντῆν περικείμενος, οἷα λέων τοὺς τῶν γεωργῶν ἐλυμαίνετο πόνους. καὶ πνεύσας βιαιότερος ἄνεμος γυμνοῖ μὲν αὐτὸν τοῦ προκαλύμματος, φανέντα δὲ ὄνον ῥοπάλοις ἀνῄρουν ὧν τοὺς πόνους κατήσθιεν. κόσμος ἐπείσακτος τοῖς χρωμένοις γίνεται κίνδυνος.